Δοξαστικὸν τῶν Αἴνων
Ἦχος πλ. δ´.
Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ· τέρατα γῆς,
ἃ προεῖδεν Ἰωήλ· αἷμα τὴν Σάρκωσιν· πῦρ τὴν Θεότητα· ἀτμίδα δὲ καπνοῦ,
τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐπελθὸν τῇ Παρθένῳ,
καὶ κόσμον εὐωδιάσαν.
Μέγα τὸ μυστήριον τῆς σῆς ἐνανθρωπήσεως.
Κύριε δόξα σοι.
Καθεδρικός Ιερός Ναός Κοιμήσεως της Θεοτόκου Καλαμπάκας 27/12/2020
Ψάλλει ο Γιάννης Σπυράκης
Ηχογράφηση με κινητό τηλέφωνο